Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.7 Dem. 50.10 (English) >>Dem. 50.12

50.8οὐ μόνον τοίνυν, ἄνδρες δικασταί, τὰ κατὰ τὴν τριηραρχίαν ἀνήλισκον τότε οὕτω πολυτελῆ ὄντα, ἀλλὰ καὶ τῶν χρημάτων ὧν εἰς τὸν ἔκπλουν ἐψηφίσασθε εἰσενεχθῆναι μέρος οὐκ ἐλάχιστον ἐγὼ ὑμῖν προεισήνεγκα. δόξαν γὰρ ὑμῖν ὑπὲρ τῶν δημοτῶν τοὺς βουλευτὰς ἀπενεγκεῖν τοὺς προεισοίσοντας τῶν τε δημοτῶν καὶ τῶν ἐγκεκτημένων, προσαπηνέχθη μου τοὔνομα ἐν τριττοῖς δήμοις διὰ τὸ φανερὰν εἶναί μου τὴν οὐσίαν. 50.9καὶ τούτων ἐγώ, οὐδεμίαν πρόφασιν ποιησάμενος, ὅτι τριηραρχῶ καὶ οὐκ ἂν δυναίμην δύο λῃτουργίας λῃτουργεῖν οὐδὲ οἱ νόμοι ἐῶσιν, ἔθηκα τὰς προεισφορὰς πρῶτος. καὶ οὐκ εἰσεπραξάμην διὰ τὸ τότε μὲν ἀποδημεῖν ὑπὲρ ὑμῶν τριηραρχῶν, ὕστερον δὲ καταπλεύσας καταλαβεῖν τὰ μὲν εὔπορα ὑφʼ ἑτέρων προεξειλεγμένα, τὰ δʼ ἄπορα ὑπόλοιπα. 50.10καὶ ταῦτα ὅτι ἀληθῆ λέγω πρὸς ὑμᾶς, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας τῶν τε τὰ στρατιωτικὰ τότε εἰσπραττόντων καὶ τῶν ἀποστολέων, καὶ τοὺς μισθοὺς οὓς ταῖς ὑπηρεσίαις καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα ἐδίδουν, παρὰ τῶν στρατηγῶν σιτηρέσιον μόνον λαμβάνων, πλὴν δυοῖν μηνοῖν μόνον μισθὸν ἐν πέντε μησὶν καὶ ἐνιαυτῷ, καὶ τοὺς ναύτας τοὺς μισθωθέντας, καὶ ὅσον ἕκαστος ἔλαβεν ἀργύριον, ἵνʼ ἐκ τούτων εἰδῆτε τὴν ἐμὴν προθυμίαν, καὶ οὗτος διʼ τι παραλαβεῖν παρʼ ἐμοῦ τὴν ναῦν οὐκ ἤθελεν, ἐπειδή μοι χρόνος ἐξῆλθεν τῆς τριηραρχίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.7 Dem. 50.10 (English) >>Dem. 50.12

Powered by PhiloLogic